ᾢχεο δὴ καὶ ἄνευϑε φίλων καὶ ἄνευϑεν ἀοιδῆς,
δρεψόμενος μαλακῆς ἄνϑεα Περσεφόνης,
ᾤχεο κοὐκ ἔτ' ἔσει, κοὐκ αὖ ποτέ σοι παρεδοῦμαι
ἁζόμενος, χειρῶν χερσὶ ϑιγὼν ὁσίαις·
νῦν δ' αὖ μνῃσάμενον γλυκύπικρος ὑπήλυϑεν αἰδὼς,
οἷα τυχὼν οἵου πρὸς σέϑεν οἶος ἔχω·
οὔποτε σοῖς, γέρον, ὄμμα φίλοις φίλον ὄμμασι τέρψω,
σῆς, γέρον, ἁψάμενος, φίλτατε, δεξιτερᾶς.
ἦ ψαφαρὰ κόνις, ἦ ψαφαρὸς βιός ἐστι· τὶ τούτων
10
- μεῖον ἐφημερίων; οὐ κόνις ἀλλὰ βίος,
- μεῖον ἐφημερίων; οὐ κόνις ἀλλὰ βίος,
ἀλλά μοι ἡδύτερός γε πέλεις πολὺ τῶν ἔτ' ἐόντων,
ἔπλεο γάρ· σοὶ μὴν ταῦτα ϑανόντι φέρω,
παῦρα μὲν, ἀλλ' ἀπὸ κῆρος ἐτὴτυμα· μηδ' ἀποτρεφϑής,
πρὸς δὲ βαλὼν ἔτι νῦν ἥσυχον ὄμμα δέχου.
οὐ γὰρ ἔχω, μέγα δή τι ϑέλων, σέϑεν ἄξια δοῦναι,
ϑαπτομένου περ ἀπὠν· οὐ γὰρ ἔνεστιν ἔμοι·
οὐδὲ μελικρήτου παρέχειν γάνος· εἰ γὰρ ἐνείη
καί σε χεροῖν ψαύσαι καί σέ ποτ' αὖϑις ἴδεῖν,
δάκρυσί τε σπονδαῖς τε κάρα φίλον ἀμφιπολεύειν
20
- ὀφϑαλμούς ϑ' ἱεροὺς σοὺς ἱερόν τε δέμας.
- ὀφϑαλμούς ϑ' ἱεροὺς σοὺς ἱερόν τε δέμας.
εἴϑ' ὃφελον· μάλα γὰρ τάδ' ἂν ἀμπαύσειε μερίμνης·
νῦν δὲ πρόσωδεν ἄνευ σήματος οἶκτον ἄγω
οὐδ' ἐπιτυμβίδιον ϑρηνῶ μέλος, ἀλλ' ἀπαμυνϑεὶς,
ἀλλ' ἀπάνευϑεν ἔχων ἀμφιδακρυτὰ πάϑη.
ἀλλὰ σὺ χαῖρε ϑανὼν, καὶ ἔχων γέρας ἴσϑι πρὸς ἀνδρῶν
πρός τε ϑεῶν, ἐνέροις εἴ τις ἔπεστι ϑεός.
χαῖρε γέρον, φίλε χαῖρε πατὲρ, πολὺ φέρτατ' ἀοιδῶν
ὧν ἴδομεν, πολὺ δὴ φέρτατ' ἀεισομένων·
χαῖρε, καὶ ὄλβον ἔχοις, οἶόν γε ϑανόντες ἔχουσιν,
30
- ἡσυχίαν ἔχϑρας καὶ φιλότητος ἄτερ.